Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.365 Joseph. AJ 8.370 (English) >>Joseph. AJ 8.374

8.368 Ἄχαβος δʼ ἀγασθεὶς ἐπὶ τῇ δευτέρᾳ πρεσβείᾳ τοῦ τῶν Σύρων βασιλέως συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος ἔλεγεν, ὡς αὐτὸς μὲν ἑτοίμως εἶχεν ὑπὲρ σωτηρίας αὐτοῦ καὶ εἰρήνης καὶ γυναῖκας τὰς ἰδίας προέσθαι τῷ πολεμίῳ καὶ τὰ τέκνα καὶ πάσης παραχωρῆσαι κτήσεως· ταῦτα γὰρ ἐπιζητῶν ἐπρεσβεύσατο πρῶτον Σύρος. 8.369νῦν δʼ ἠξίωκε δούλους πέμψαι τάς τε πάντων οἰκίας ἐρευνῆσαι καὶ μηδὲν ἐν αὐταῖς καταλιπεῖν τῶν καλλίστων κτημάτων πρόφασιν βουλόμενος πολέμου λαβεῖν, εἰδὼς ὅτι τῶν μὲν ἐμαυτοῦ διʼ ὑμᾶς οὐκ ἂν φεισαίμην, ἀφορμὴν δʼ ἐκ τοῦ περὶ τῶν ὑμετέρων ἀηδοῦς πραγματευόμενος εἰς τὸ πολεμεῖν· ποιήσω γε μὴν τὰ ὑμῖν 8.370δοκοῦντα.” τὸ δὲ πλῆθος μὴ δεῖν ἀκούειν τῶν κατʼ αὐτὸν ἔλεγεν, ἀλλὰ καταφρονεῖν καὶ πρὸς τὸ πολεμεῖν ἑτοίμως ἔχειν. τοῖς οὖν πρεσβευταῖς ἀποκρινάμενος λέγειν ἀπελθοῦσιν, ὅτι τοῖς τὸ πρῶτον ἀξιωθεῖσιν ὑπʼ αὐτοῦ καὶ νῦν ἐμμένει τῆς τῶν πολιτῶν ἀσφαλείας ἕνεκα πρὸς δὲ τὴν δευτέραν ἀξίωσιν οὐχ ὑπακούει, ἀπέλυσεν αὐτούς. 8.371

δʼ Ἄδαδος ἀκούσας ταῦτα καὶ δυσχεράνας τρίτον ἔπεμψε πρὸς Ἄχαβον τοὺς πρέσβεις ἀπειλῶν ὑψηλότερον τῶν τειχῶν οἷς καταφρονεῖ χῶμα τούτοις ἐπεγείρειν αὐτοῦ τὴν στρατιὰν κατὰ δράκα λαμβάνουσαν, ἐμφανίζων αὐτῷ τῆς δυνάμεως τὸ πλῆθος καὶ καταπληττόμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.365 Joseph. AJ 8.370 (English) >>Joseph. AJ 8.374

Powered by PhiloLogic